[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Ἥρυος μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἀγάθωνο[ς]
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀμβροσία τὸ γένος Σύρα, τιμᾶς ἀρ-
γυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀμβροσία τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ {πο} πάντων τὸν πάντα βίον. βεβαι-
5 ωτὴρ κατὰ τὸν νόμον· Ἄθαμβος Ἁβρομάχου. εἰ δέ τίς κα ἅπτηται Ἀμβροσίας
ἐπὶ κατα-
δουλισσμῶι, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ Ἄθαμβος τῶι θεῶι τὰν ὠνάν. ὁμοίως δὲ
καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
10 Ἀνδρόνικος, Ἀμύντας καὶ τῶν ἀρχόντων Ἀθανίων, ἰδιῶται Ἡρακλείδας, Μένης, Γλαῦ-
[κ]ο[ς] Ξένωνος, Εὐδύδαμος, Τίμων Ξενία.
Search Help