SGDI II 1904
[ ] Phokis — Delphi — 156-151 BC
1 [ἄ]ρχοντος Ἥρυος τοῦ Πλείστωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Δρομοκλείδας Ἁγίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνομα Σωσᾶς,
[κ]αθὼς ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Σωσᾶς, τιμᾶς ἀργυρίου μνᾶς κ%⁸⁰αὶ στατήρων πέντε,
ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν Σωσᾶν τὸμ πάντα βίον, ποιοῦντα ὅ κα θέλη, καὶ τὰν τι-
5 μὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐάγγελος Πάτρωνος. πα-
ραμεινάτω δὲ Σωσᾶς παρὰ Ἀρτεμίδωρον μανθάνων τὰν τέχναν τὰν γναφικὰν τὸν χρό-
νον τὸν ἐν τᾶι συγγραφαῖ γεγραμμένον, ὃν καὶ παρισχέτω Σωσᾶς Δρομοκλείδαν ἀβλαβῆ ἀπὸ
τᾶς συγγραφᾶς. ἐπεὶ δέ κα μάθη Σωσᾶς τὰν τέχναν τὸν γναφικὰν καὶ ἀπέλθη παρὰ Ἀρτεμι-
δώρου, ἐργαζέσθω τὰ ἔργα τᾶι γναφικᾶι τέχναι τὰ ἐν τὰν Δρομοκλείδα οἰκίαν πάντα· εἰ δέ τι
10 μὴ ποιήσαι Σωσᾶς τῶν γεγραμμένων, κύριος ἔστω Δρομοκλείδας ἐπιτιμέων Σωσᾶι τρό-
πωι ὧι θέλοι. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ξενέας, Ἀριστόβουλος, ἰδιῶ-
ται Τιμόκριτος.
Search Help
Contact Us