[ ]
Phokis — Delphi — 156-151 BC
1 | ἄρχοντος Φιλοκράτεος τοῦ Ξένω- |
νος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
Ἀστόξενος Διονυσί[ο]υ τῶι Ἀπόλ<λ>ων[ι] | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο[μ]α | |
5 | Σαραπιάς, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
ἐπίστευσε Σαραπιὰς τῶι θεῶι τὰν | |
ὠνάν, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ | |
ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
10 | τα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀπο- |
τρέχουσα οἷς κα θέληι. βεβαιωτὴρ | |
κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀριστί- | |
ων Ἄγωνος. εἰ δέ τίς κα ἐφάπτη- | |
ται Σαραπιάδος ἐπὶ καταδουλισ- | |
15 | μῶι, βέβαιον παρεχόντων τῶι |
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
νος Ἀστόξενος καὶ ὁ βεβαιω- | |
τὴρ Ἀριστίων Ἄγωνος. εἰ δὲ | |
μὴ παρέχοιν βέβαιον τὰν | |
20 | ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόν- |
των κατὰ τὸν νόμον τᾶς πό- | |
λιος. ὁμοίως δὲ καὶ οἱ παρα- | |
[τυγχάνον]τες κύριοι ἐόν- | |
[των συλέοντ]ες Σαραπιάδα ὡς ἐ- | |
25 | [λευθέραν] οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀ- |
[νυπόδικοι π]άσας δίκας καὶ ζαμίας. εἰ δέ κά τι | |
[πάθηι Σαραπιὰς] καὶ ἔχηι γενεὰν ἀπὸ τᾶς ἀρχᾶς | |
[τᾶς Φιλοκ]ράτεος τοῦ Ξένωνος, κυρία ἔστω ἔχουσα | |
[ἁ γενεὰ τὰ] Σαραπιάδος· εἰ δὲ ἀγένειος εἴη Σαραπιὰς Ἀστοξέ- | |
30 | [νωι, πάντα] τὰ ὑπάρχοντα τὰ Σαραπιάδος Ἀστοξένου ἔστω |
[καὶ τῶν] ἐκγόνων Ἀστοξένου, μηδὲ δόσιν ποησάτω Σαραπι- | |
[ὰς μη]θενὶ τῶν ὑπαρχόντων τῶν ἰδίων· εἰ δὲ ποιήσαιτο, ἄκυρος | |
ἁ δόσις ἔστω. μάρτυροι· ὁ ἱερεὺς Ἀνδρόνικος καὶ οἱ ἀρχοντες Ἀρι- | |
στίων Ἄγωνος, ἰδιῶται Μένης, Φίλαγρος, Ἀλέξανδρος. |