[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Ἐμμενίδα τοῦ Καλλία |
μηνὸς Ἐνδυσποιτροπίου, ἐν δὲ Ἀμφίσ<σ>αι ἄρχοντος Χαριξένου | |
μηνὸς Ποιτροπίου, ἀπέδοτο Σωσὼ Δαμοξένου Ἀμ<φ>ισσὶς | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον <ὧι> ὄνυμα | |
5 | Σωσίφιλος τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶ[ς], |
καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Σωσίφιλος | |
τὰ[ν] ὠνὰν τῶ θεῶ, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν καὶ ἀνέ- | |
φαπτ[ο]ς ἀπὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆ- | |
ρες κατ[ὰ τ]οὺς νόμους τᾶς πόλιος· Ἀστόξενος Διονυσί- | |
10 | ου Δελφ[ό]ς, Εὐθύδαμος Πασίνου Ἀμφισ<σ>εύς. εἰ δέ τις |
καταδουλί{σ}ζοιτο {²⁶καταδουλίζοιτο}²⁶ Σωσίφιλον, κύριος ἔστω ὁ πα- | |
ρατυ[χὼ]ν συλέων Σωσίφιλον ὡς ἐλεύ- | |
θερον ὄ[ντα] ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος | |
πάσας δίκα[ς] καὶ ζ[α]μίας. μάρτυρες· ὁ ἱερεὺ- | |
15 | σ τοῦ Ἀπό[λ]λω[νο]ς Ἀμύντας καὶ τῶν |
ἀρχόντων Ἄθ[αμβο]ς καὶ ἰδιῶται | |
Ἀρχέλαος, Ἀρι[στίων Δ]ελφοί, Κλε․․ | |
․․․․․․․․․․․․․․․․․․․ | |
[Ἀμ]φισσε[ῖς]. |