[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἐμμενίδα τοῦ Καλλία
μηνὸς Ἐνδυσποιτροπίου, ἐν δὲ Ἀμφίσ<σ>αι ἄρχοντος Χαριξένου
μηνὸς Ποιτροπίου, ἀπέδοτο Σωσὼ Δαμοξένου Ἀμ<φ>ισσὶς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον <ὧι> ὄνυμα
5 Σωσίφιλος τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶ[ς],
καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Σωσίφιλος
τὰ[ν] ὠνὰν τῶ θεῶ, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν καὶ ἀνέ-
φαπτ[ο]ς ἀπὸ πάντων τὸν πάντα χρόνον. βεβαιωτῆ-
ρες κατ[ὰ τ]οὺς νόμους τᾶς πόλιος· Ἀστόξενος Διονυσί-
10 ου Δελφ[ό]ς, Εὐθύδαμος Πασίνου Ἀμφισ<σ>εύς. εἰ δέ τις
καταδουλί{σ}ζοιτο {²⁶καταδουλίζοιτο}²⁶ Σωσίφιλον, κύριος ἔστω ὁ πα-
ρατυ[χὼ]ν συλέων Σωσίφιλον ὡς ἐλεύ-
θερον ὄ[ντα] ἀνυπόδικος ἐὼν καὶ ἀζάμιος
πάσας δίκα[ς] καὶ ζ[α]μίας. μάρτυρες· ὁ ἱερεὺ-
15 σ τοῦ Ἀπό[λ]λω[νο]ς Ἀμύντας καὶ τῶν
ἀρχόντων Ἄθ[αμβο]ς καὶ ἰδιῶται
Ἀρχέλαος, Ἀριτίων Δ]ελφοί, Κλε․․
․․․․․․․․․․․․․․․․․․․
[Ἀμ]φισσε[ῖς].
Search Help
Contact Us