[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ἄρχω[νος] |
μηνὸς Θευξενίου, ἐπὶ {[τ]ο} | |
τοῖσδε ἀπέδοτο Διονύσιος | |
[Ἀθ]ανίωνος, συνευδοκεούσας τᾶς | |
5 | γυναικὸς Ξεναρχίδος καὶ τᾶς |
θυγατρὸς Τιμάδος καὶ τοῦ υἱοῦ | |
Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυωί- | |
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρατο- | |
νίκα, τιμᾶς ἀργυρίου δύο μνᾶν, καὶ τὰν | |
10 | τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ |
κατὰ τὸν νόμον· Ἀσστόξενος Διο- | |
νυσίου Δελφός. καθὼς ἐπίστευ- | |
σε Στρατονίκα τῶι θεῶι τὰν ὠ- | |
νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀ- | |
15 | νέφαπτος ἀπὸ πάντων τὸμ πάντα βί- |
ον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέ- | |
χουσα οἷς κα θέλη. εἰ δέ τις ἐφά- | |
πτοιτο Στρατονίκας ἐπὶ καταδου- | |
λισμῶι, βέβαιομ παρεχέτω τῶι θε- | |
20 | ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
Διονύσιος καὶ ὁ βεβαιωτὴρ Ἀ- | |
στόξενος· εἰ δέ τί κα μὴ πα[ρέ]χων- | |
τι, πράκτιμοι ἐόντων κατὰ [τ]ὸν νό- | |
μον ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
25 | νοντες κύριοι ἐόντων συλέον- |
τες ὡς ἐλευθέραν οὖσαν ἀζά- | |
μιοι ὄντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. | |
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
30 | λωνος Ἀμύντας, Ταραντῖ- |
νος καὶ οἱ ἄρχοντος Σώ- | |
τομος, Χαρίξενος, Νικό- | |
μαχος· Βούλων, Μαντί- | |
ας, Εὐκλείδας, Σω- | |
35 | σίας, Πεισίστρατος. |