[ ] Phokis — Delphi — 170-157/156 BC
1 στραταγέοντος ἐμ Φωκέοις Εὐ[ξ]ιθέου Ὑαμπολί-
[τ]ου μηνὸς Λαφρίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Μενεστράτ-
[ου] μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγασικλῆς Κρίτων[ος]-
[Λιλαι]εὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δη[μήτριος]
5 τὸ γένος Ἀρμένιον, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε [Δημήτρι]-
ος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτο[ς ἀπὸ πάν]-
των τὸμ πάντα βίον, ποέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέ[λη. βεβαιω]-
τῆρες κατὰ τὰν συμβολάν· Νεόστρατος Παλαίωνος Δελφό[ς, Ἐπιχαρί]-
δας Εὐδάμου Λιλαιεύς. ε[ἰ] δέ τις ἐφάπτοιτο Δημητρίου ἐπὶ καταδουλισ[μῶι, βέ]-
10 βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀγασικλῆς καὶ [οἱ βεβαι]-
ωτῆρες Νεόστρατος καὶ Ἐπιχαρίδας. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες [κύριοι]
ἐόντω συλέοντες Δημήτρ[ι]ον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες καὶ ἀνυπ[όδικοι πά]-
σας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τῶ[ν]
ἀρχόντων Μνασίθεος, Θεόξενος, ἰδιῶται Καλλείδας, Ἀντιχάρης.
Search Help