[ ]
Phokis — Delphi — 177/176 BC
1 | στραταγέοντος τῶν Βοιωτῶν Εὐρέα μηνὸς Βουκατίου, ἐν Δελφοῖ[ς] |
δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φαλα- | |
κρίων Θεσπιεὺς σῶμα γυναικεῖον ἇι ὄνομα Ἀριστονίκα τὸ γένος Μακέ- | |
ταν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, ὥστε ἐλευθέ- | |
5 | ραν εἶμεν καὶ ανέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, καθὼς |
ἐπίστευσε τὰν ὠνὰν τῶι Ἀπόλλωνι, διατρίβειν δὲ Ἀριστονίκαν | |
εἴ κα αὐτὰ θέληι. βεβαιωτὴρ κατὰ τὰν συμβολάν· Θεόξενος Πυθο- | |
νίκου Ἀντικυρεύς. μάρτυροι· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας· {ἰδιῶται} | |
Δεξικράτης, Ἀρχέλαος Πραόχου· Πραξίας, Εὔαρχος. |