[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστιον Ἀριστομάχου Δελὶς]
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίπολις, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. παραμεινάτω δὲ Σωσ[ί]πο[λις]
παρὰ Ἀρίστιον ἄχρι κα ζώη Ἀρίστιον ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν εὐνόως. [εἰ δέ τί]
5 κα πάθη Ἀρίστιον, ἐλευθέρα ἔστω Σωσίπολις καὶ ἀνέφαπτος ἀπὸ πάντων κυριεύουσ[α αὐτοσαυ]-
τᾶς, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβ[ος],
Ἀμύντας, τῶν ἀρχόντων Ἀνδρόνικος, Ἀριστίων· Ἄνδρων, Κριτόλαος, Πύθων, Μαντία[ς].
Search Help
Contact Us