SGDI II 1866
[ ] Phokis — Delphi — 175/174 BC
1 ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστίων Ἐχεκρατίδα Δελφὸς τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δορκάς, τιμᾶς ἀργυρίου μνᾶν δυῶν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀνδρόνικος
φρικίδα Δελφός. παραμεινάτω δὲ Δορκὰς παρὰ Ἀριστίωνα ἄχρι κα ζώη Ἀριστίων ποέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν
εὐνόως. εἰ δέ τί κα πάθη Ἀριστίων, ἐλευθέρα ἔστω Δορκὰς καὶ ἀνέφαπτος ἀπὸ πάντων κυριεύουσα αὐσωτᾶς, καθὼς ἐπίστευσε
5 τῶι θεῶι τὰν ὠνάν. μάρτυροι· τοὶ ἱ<ε>ρεῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας και οἱ ἄρχοντες Ξένων, — — — Βούλων, Μελισσίων.
Search Help
Contact Us