[ ] Phokis — Delphi — 175 BC
1 ἄρχοντος Ἀρχελάου τοῦ Δαμοσθένεος μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μένανδρος Κλεοξένου Θελπ-
<π>ούσσιος ἐν Δελφοῖς κατοικέων {σ} σώματα δύο οἷς ὀνόματα Ζωπύρα, Τίμανδρος, καθὼς ἐπίστευσε τῶι θεῶι, ἀργυρίου
μνᾶν ὀκτώ, ὥστε αὐσωτῶν κυριεύειν. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀρίστων Ἀριστοκράτεος Λιλαιεύς. παραμεινάντω δὲ ἕως κα
Μένανδρος ζῆ Ζωπύρα καὶ Τίμανδρος ποιέοντες τὸ ποτιτασσόμενον τό δυνατὸν Μενάνδρω. ἐπεὶ δέ κα τελευτάση Μέναν-
5 δρος, ἐλεύθεροι ἐόντω καὶ — — ἀνέφαπτοι ἀπὸ πα<ν>τὸς Ζωπύρα καὶ Τίμανδρος. εἰ δέ κά τις ἐφάπτοιτο, κύριος ἔστω ὁ ἀντιτυνχάνω[ν]
ὑπὲρ τὸν θεὸν καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. μάρτυρες· οἱ ἱ<ε>ρεῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας καὶ οἱ βουλευταὶ Μελισσίων, Ξένων,
Βούλων καὶ ἰδιῶται Ἀρχέλαος Πυθοφάνεος, Μένης, Καλλίερος,Ἄρχων Φυσκεύς.
Search Help
Contact Us