[ ]
Phokis — Delphi — 176/175 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Εὐπολέμου τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ξενοχάρεος μηνὸς Ποιτροπίου, |
ἀπέδοτο Εὐαγόρα Πάτρωνος Ἀνφισσὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νικόστρατος οἰκογενής, τιμᾶς ἀρ- | |
γυρίου μνᾶν τεσσάρων, ὥστ’ εἶμεν ἐλεύθερον καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν | |
Νικόστρατος. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος τῶν Δελφῶν· Δώρων Φιλοδάμου Ἀμφισσεύς. μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, | |
5 | Ἄθανβος καὶ οἱ ἄρχοντες τῶν Δελφῶν Δρομοκλείδας, Ἀνδρόνικος, Ἀλκῖνος, ἰδιῶται Ἀρίσταρχος, Καλλίερος, Κλεόδαμος |
Ἀτεισίδα. |