[ ]
Phokis — Delphi — 169-168 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων |
Σωπάτρου Δελφὸς σῶμα ἀνδρεῖον ὧι ὄνομα Δημήτριος τὸ γένος Σύρον τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Δημήτριος τῶι θε- | |
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦντα ὅ κα | |
5 | θέληι καὶ ἀποτρέχοντα ἇ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος. |
Σωτύλος Σωστράτου Δελφός. βέβαιον δὲ παρεχέτω ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιω- | |
τὴρ τῶι Ἀπόλλωνι τῶι Πυθίωι κατὰ τοὺς νόμους τᾶς πόλιος. κύριος δὲ ἔστω Δημήτριος αὐτοσαυτὸν συλέων | |
καὶ ὁ παρατυχὼν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
10 | οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τῶν ἀρχόντων Διόδωρος |
Μνασιθέου, ἰδιῶται Ἐκέφυλος, Καλλίας, Πολύων, Ἵππων, Κλέανδρος, Δίων Ἐπισθένεος. |