[ ] Phokis — Delphi — 169-168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων
Σωπάτρου Δελφὸς σῶμα ἀνδρεῖον ὧι ὄνομα Δημήτριος τὸ γένος Σύρον τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Δημήτριος τῶι θε-
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦντα ὅ κα
5 θέληι καὶ ἀποτρέχοντα ἇ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος.
Σωτύλος Σωστράτου Δελφός. βέβαιον δὲ παρεχέτω ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιω-
τὴρ τῶι Ἀπόλλωνι τῶι Πυθίωι κατὰ τοὺς νόμους τᾶς πόλιος. κύριος δὲ ἔστω Δημήτριος αὐτοσαυτὸν συλέων
καὶ ὁ παρατυχὼν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
10 οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τῶν ἀρχόντων Διόδωρος
Μνασιθέου, ἰδιῶται Ἐκέφυλος, Καλλίας, Πολύων, Ἵππων, Κλέανδρος, Δίων Ἐπισθένεος.
Search Help