[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἄρχωνος μηνὸς Βουκατίου, ἀπέδοτο Πάσι-
χον Πάσωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Δημητρία τὸ γένος Θρᾶισσαν, συνευδοκέ[ο]ντος Φιλοκρά-
τεος τοῦ Θευφράστου, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς
5 ἐπίστευσε Δαματρία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ ἐλευθέρα εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. παραμεινάτω δὲ
Δαματρία παρὰ Πάσιχον ἕως κα ζώη Πάσιχον ποιοῦσα τὸ ποτιτασσό-
μενον πᾶν [τ]ὸ δυνατὸν ἀνεγκλήτως. βεβαιωτῆρες κατὰ τὸν νόμον· Φιλο-
κράτης Θευφράστου, Ξένων Γ<λ>αύκου, Βάκχιος Ἄγρωνος. εἰ δέ τις αὐτᾶς ἐφά-
10 πτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖ-
σαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς Τα-
ραντῖνος, Ἀμύντας, οἱ ἄρχοντες Ἀριστοκράτης, Καλλίμαχος, ἰδιῶται Μελισσίων,
Γλαῦκος, Ἀριστίων, Νικόμαχος, Σωδαμίδας, Δίων.
Search Help