[ ]
Phokis — Delphi — 186 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Πανταλέωνος Πλευρωνίου |
| τὸ πρῶτον μηνὸς Προκυκλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Νικοβούλου | |
| μηνὸς Βοαθοίου, ἀπέδοτο Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεὺς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βιότα τὸ γένος ἐκ Χαλκίδος ἐκ τῆς | |
| 5 | Εὐβοίας αἰχμάλωτον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Βιότα |
| τὰν ὠνὰν τῶι θεῶι, ὥστε εἶμεν ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων, | |
| οἰκέουσα καὶ πολιτεύουσα εἷ κα αὐτὰ θέλη. ἁ δὲ πρότερον ὠνὰ ἃν εἶχε Λαμ- | |
| πρίας Βιότας ἀρμένα καὶ ἀτελὴς ἔστω. εἰ δέ τίς κα ἐφάπτηται Βιότας, οἵ τε βεβαι- | |
| ωτῆρες συνεπισχυόντω Βιόται καὶ ἄλλος ὁ θέλων κύριος ἔστω συλέων Βιό- | |
| 10 | ταν ὡς οὖσαν ἐλευθέραν ἀζάμιος καὶ ἀνυπόδικος ἐὼν πάσας δίκας καὶ πά- |
| σας ζαμίας. βεβαιωτῆρες· Καλλικλῆς Ἀριστίωνος, Ἄλεξις Ξενοδόκου Ἀμφισσεῖς. | |
| μάρτυροι· Ἄνδρων Μινάκου, Ἀγήσανδρος Πύθωνος, Δάμων Ἀριστοδάμου, Δαμων Θεο- | |
| δώρου, Δωρόθεος Ἀρχελάου, Καλλίμαχος Ἀσιδάμου, Ἀρχέδαμος Σωκρατίδα, | |
| Ξενοκράτης Χαιρεδάμου, Θεύδωρος Σωξένου, Ἀμύντιος, Πυθέας, Ἀμύντας | |
| 15 | Τιμαγένεος Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ Ἀμύνταν Τιμαγένεος Ἀμφισσῆ. |