SGDI II 1843
[ ] Phokis — Delphi — 174 BC
1 στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ τέταρτον
μηνὸς Ἀγυείου, ἐν Δελφοῖς δὲ Ἀρχελάου τοῦ Δαμο-
σθένεος μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Λύκος
Ἀρίστωνος Ἑρμάττιος σῶμα γυναικεῖον ἇι ὄνομα Λυ-
5 κίσκα καὶ ἄ<λ>λο ἀνδρεῖον ὧι ὄνομα Καλλίμαχος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν
ὀκτώ, καθὼς ἐπίστευσαν Λυκίσκα καὶ Καλλίμαχος
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι ἐ͂ιμεν καὶ ἀνέ-
φαπτοι ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα
10 θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι.  βεβαιω-
τῆρες κατὰ τὸν νόμον·  Θευδωρίδας Ἀνδρομένε-
ος, Ἀρισταγόρας Εὐθυδάμου Δελφοί, Νικόλαος {Εὐ}-
Εὐβούλου Καλλιπολίτας.  παραμεινάντω δὲ Λυκί-
σκα καὶ Καλλίμαχος παρὰ Λύκον ἔτη πέντε ποιέ-
15 [ο]ντες τὸ ποτιτα[σ]σόμενον πᾶν τὸ δυνατόν.
ἄρχει τοῦ χρόνου μὴ[ν] Ἀγύειος ὁ ἐπὶ Ἀρχεδάμου στρα-
ταγοῦ, ὡς δὲ Δελφοὶ ἄγοντι, μὴν Ἡράκλειος ὁ ἐπὶ Ἀρχε-
λάου.  ἐπεὶ δέ κα διεξέλθη ὁ χρόνος, ἀποτρεχόντω ἐλεύ-
θεροι Λυκίσκα καὶ Καλλίμαχος.  εἰ δέ τίς κα ἅπτηται Λυ-
20 κίσκας ἢ Καλλιμάχου, βέβαιον παρεχόντω τῶι θεῶι
τὰν ὠνὰν ὅ τε ἀποδόμενος Λύκος καὶ οἱ βεβαιωτῆρες.
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες ὡς ἐλευθέρους ὄντας ἐπὶ τὸν θεὸν ἀζάμιο[ι]
ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες·
25 τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας καὶ τῶν
ἀρχόντων Ἀρχέλαος, ἰδιῶται Δαμένης, Ξένων Γλαύκου,
Εὐκλείδας Καλλείδα, Ἐπιχάρης, Γλαῦκος Ξέν<ων>ος, Καλλίε-
ρος. τὰν ὠνὰν φυλάσσοντι Γλαῦκος Ξένωνος,
Καλλίερος ὁ νεωκόρος.
Search Help
Contact Us