SGDI II 1834
[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος [μηνὸς Εἰλαίου, ἐπ]ὶ το[ῖσδε]
ἀπέδοτο Σωσύλος Κεφ[αλλὰν ἐν Δελφοῖς οἰκέων] τῶι Ἀ[πόλλω]-
νι τῶι Πυθίωι σῶμα γυ[ναικεῖον ἇι][νο]μ[α Ἵλαρ]ον, τιμᾶ[ς ἀργυρ]ίου μνᾶν τεσσά-
ρων, καθὼς ἐπίστ[ευσε Ἵλαρον] τῶι θεῶι τὰν ὠν[άν, ἐφ’ ὧι]τε ἐλευθέραν
5 εἶμεν καὶ ἀνέφαπτον ἀπ[ὸ πάντω]ν τὸμ πάντα βίον, ποι[οῦσαν][κ]α θέλη καὶ
ἀποτρέχουσαν οἷς κα θέ[λη. βε]βαιωτὴρ κατὰ τὸν ν[όμο]ν· Πραξίας Εὐδόκου
Δελφός. εἰ δέ τίς κα καταδουλίζηται Ἵλαρον, βέβαιον παρ[εχ]έτω ὅ τε ἀποδόμε-
νος Σωσύλος καὶ ὁ βεβαιωτὴρ Πραξίας· εἰ δέ κα μὴ [παρ]έχωντι, πράκτι-
μοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντε[ς κ]ύριοι ἐόντω
10 συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύ<ν>-
τας καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀριστίων, ἰδιῶται
Μαντίας Φιλαιτώλου, Μελισσίων, Βούλων.
Search Help
Contact Us