[ ] Phokis — Delphi — 170-157/156 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Ὑβρίστα Ἀκρινιέος μηνὸς Ὁμολοίου, ἐν Δελφοῖς [δὲ ἄρχον]τος Πύρρου, ἀπέδοτο Τιμάγορος Δεξιεὺς
τῶι Ἀπόλλωνι σώματα γυναικεῖα δύο αἷς ὀνόματα Ἄρκισα, Κλεώ, ὥστε ἐλευθέρας εἶμεν, [τιμᾶς ἀ]ργυρίου 𐅇Μ {²⁶μνᾶν ἕξ}²⁶. παραμεινάντω δὲ Ἄρκισα, Κλεὼ
παρὰ Τιμάγορον ἄχρι κα ζώη Τιμάγορος τὸ δέον ποιοῦσαι. ἐπεὶ δέ κά τι πάθη Τιμάγορος, το[ῦ θεοῦ] ἔστω Ἄρκισα, Κλεὼ κυριεύουσαι αὐσαυτᾶν,
ἐλεύθεραι οὖσαι καὶ ἀνέφαπτοι τὸμ πάντα χρόν<ον> ἀπὸ πάντων, καθὼς ἐπίστευ[σ]αν τῶ[ι θ]εῶι τὰν ὠνάν. βεβαιωτῆρες· Μικκύλος, Ἐμμενί-
5 δας Δεξικράτεος Δελφοί, Πλείσταινος Καλλιπολίτας. μάρτυροι· οἱ ἱερεῖς Ταραν[τῖ]νος, Ἀμ[ύντ]ας [κ]αὶ τοὶ ἄρχοντες Ἄθαμβος, Ἄσ[α]νδρος, Ἡρά-
κων Δελφοί, Διω[․․․] Δεξιεύς, Δεξίας Καλλιπολίτας, Ἀρχέλας Πραόχου, Βάκχιος Δελ]οί.
Search Help
Contact Us