[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | ἄρχοντος Δεξώνδα μηνὸς Βυσίου, ἀπέδοτο Ἀλέξανδρος Ἀντιγόνου τῶι |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Βόηθος τὸ γένος Σύρον, τιμᾶς | |
ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Βόηθος τὰν ὠνὰν τῶι θεῶι, ὥστε ἐ- | |
λεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ | |
5 | τὸν νόμον· Χαρίξενος. εἰ δέ τι ἀνθρώπινον γένοιτο περὶ Βόαθον, ἅ κα κατα- |
λίπη Βόαθος Ἀλεξάνδρου ἔστω καὶ τοῦ υἱοῦ. μάρτυροι· οἱ ἱερεῖς Πραξίας, | |
τῶν ἀρχόντων Σώστρατος, ἰδιῶται Ἀρίστων, Ἀλκῖνος, Λαιάδας, Σωσίνι- | |
κος. |