[ ] Phokis — Delphi — 170 BC
1 [ἄρ]χοντος Μένητος μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε ἀπ[έ]δοτο Πράξων Μαντία τῶι Ἀπόλλωνι
[τ]ῶι Πυ[θ]ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα [Ε]ὔνους, ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Εὔνους
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλ[ε]ύθε[ρ]ος εἶμεν. παραμεινάτω Εὔνους πα[ρ]ὰ Πράξωνα ἔτη δέκα
[π]οιῶν τὸ ποτιτασσόμενον. εἰ δέ κα μὴ θέλη παραμένειν, καταφερέτω Π[ρ]άξωνι τοῦ ἐνιαυτοῦ
5 [ἑ]κάστου οὗ κα μὴ παραμένη ἀργυρίου [σ]τατῆρας τριάκοντα καὶ εἴ κα [παρ]αμ[είν]η ἢ κατ[ε]νέγκη
[τ]ὸ ἀργύριον τὸ γεγραμμένον οὗ κα μὴ παραμείν[η] χρόνου, ἐλεύθερος [ἔστω κα]ὶ ἀνέφαπτος
ἀπὸ πάντων· εἰ δέ κα μὴ παραμείνη ἢ μὴ καταβάλη τὸ ἀργύριον οὗ κα [μὴ]
παραμεί[νη] χρόνου, ἄκυρος ἔστω ἁ ὠνά. βεβα[ι]ωτῆρες· Δ[ι]όδωρος Μνασι[θέου],
Ἀρχέλαος Πυθοφάνεος. μάρτυρες· οἱ [ἄρ]χοντες Δ[εξι]κράτης, Πραξία[ς]
10 καὶ ἰδιῶται Ἀσ[τ]όξενος, [Ἀ]ρισ[στ]οκράτης, Καλλι[κλ]ῆς, Βάκχιο[ς].
Search Help
Contact Us