[ ] Phokis — Delphi — 169 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία
μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδο-
το Γλα]κίας Σωτηρίχου τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
5 Εὔτυχος τὸ γένος Γαλάταν, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν, καὶ τὸν τιμὰν ἔχει
πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰ[ν]
ὠνὰν Εὔτυχος, ἐφ’ ὧιτε αὐτὸν εἶμε[ν]
ἐλεύθερον καὶ ἀνέφαπτον ἀπὸ πάν-
10 των τὸμ πάντα βίον, ποιέοντα ὅ κα
θέληι καὶ ἀποτρέχων οἷς κα θέληι.
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁρμό-
διος καὶ Κλεύδικος. μάρτυροι· τοὶ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ
15 Ταραντῖνος καὶ τῶν ἀρχόντων
Ἄσανδρος, Ἄρχων, ἰδιῶται Σώτιμος,
Ἀριστίων, Ἀνδρόνικος, Εὐκλείδας,
Φίλων.
Search Help
Contact Us