SGDI II 1802
[ ] Phokis — Delphi — 172 BC
1 ἄρχοντος Αἰακίδα μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδοτο Δεξικράτης Μνασιθέου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σόβαρον,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Σόβαρον τὰν ὠνὰν αὐσαυτᾶς τῶι Ἀπόλ<λ>ωνι, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸμ πάντα χρόνον, ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Καλλικλῆς Τίμωνος Δελφός. ἐξέστω δέ, εἴ τις ἐφά-
πτοιτο Σοβάρου, συλῆν τὸν ἐντυγχάνοντα ὡς ἐλευθέραν οὖσαν Σόβαρον ἀζαμίωι ὄντι καὶ ἀνυποδίκωι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
5 λωνος Ἄθαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Εὐκράτης, Ξενέας, Δαμοκράτης, ἰδιῶται Ἀρχέλας Πυθοφάνεος, Καλλίερος, Μαντίας Δαμοχάρεος Δελφοί.
Search Help
Contact Us