[ ] Phokis — Delphi — 174 BC
1 στραταγέοντος ἐν Φωκέοις Ἀντιγένεος Ἀμφιδάμου Ἀμβρυ-
σσίου μηνὸς πρώτου, ἐν δὲ Δελφοῖς ἄρχοντος Σωσινίκου το-
ῦ Εὐδόκου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλεύξενος Δαμα-
ινέτου Φανατεὺς τοῖ Ἀπόλλωνι τῶι Πυθίοι σῶμα γυναικεῖον ἇι ὄ-
5 νομα Σωσίχα, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς [ἐ]πίστευσε Σωσίχα
τὰν ὠνὰν τῶι θεοῖ, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτ-
ον τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέληι. εἰ δέ τίς κα ἐφάπτηται Σωσί-
χας, κύριοι ὄντω οἱ ἄρχοντες καὶ οἱ ἱαρεῖς καὶ τοὶ περιτυνχάνοντες.
βεβαιωτήρ· Νικόστρατος Δημητρίου Φανοτεύς. μάρυτροι· τοὶ ἱαρε-
10 ῖς τοῦ Ἀπόλλωνος Ἄθανβος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Γλαῦκο-
ς Ξένωνος, Μ[ν]ασίθεος Ταραντίνου, Διόδωρος Μνασιθέου,
[δ]ιῶται Ὀρέστας, Φαῖν<ι>ς  Εὐχαρίδα, Ἀρχέλαος Δαμοσθένεος, Ἄρχων Νικ-
οβούλου, Ὀρθαῖος Μαντία.
Search Help