[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ξενέα μηνὸς Βοαθοίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστοκλῆς Σω[․․․(․)]α τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- |
μα ἀνδρεῖον ὧι ὄνομα Σωτίων, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε | |
Σωτίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τ[ὸ]μ πάντα βίον, ποι- | |
ῶν ὅ κα θέλη. βεβα[ιωτ]ὴ[ρ κα]τὰ τοὺς νόμους· Ἁρμόδαμος Πολεμάρχου. βέβαιον δὲ παρεχέτωσαν τ[ὰ]ν ὠνὰν | |
5 | τῶι θεῶι ὅ τε ἀποδόμενος Ἀριστοκλῆς καὶ ὁ βεβαιωτὴρ Ἁρμόδαμος. εἰ δέ τις ἐφάπτοιτο Σωτίωνος, κ[ύ]ριος |
ἔστω [ὁ π]αρατυνχάνων συλέων ὡς ἐλεύθερον ὄντα Σωτίωνα ἀζάμιος [ἐ]ὼν πάσας δίκας | |
καὶ [ζα]μίας. μ[ά]ρτυ[ρε]ς· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκρά- | |
της, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Ἀστόξενος Διονυσίου, Εὐκράτης | |
Καλλίκωνος, Ἄθανβος Ἀθανίωνος, Ἀπολλόδωρος | |
10 | Σωπάτρου. |