[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ξενέα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἱεροκλῆς, Ἱερόκ[λ]εια, συνευδ[ο]κέοντος τοῦ υἱοῦ Θε-
ογένεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Κλεώ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων,
καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Κλεὼ τὰν ὠνὰν τῶι θεῶ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό-
λιος· Θεογένης Ἱεροκλέος. βέβαιον δὲ παρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδ[ό]μενοι Ἱεροκλῆς, Ἱερόκλεια,
5 ὁ βεβαιωτὴρ Θεογένης. εἰ δέ τίς κα ἀνθάπτηται Κλεοῦς, κύριος ἔστω ὁ ἀντιτυχὼν [σ]υλέων ὡς ἐλευ-
θέραν οὖσαν, καθὼς ἐπίστευσεν τὰν ὠνὰν τῶι θεῶι Κλεώ, ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας
δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκρά-
της, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Δίων, Ἄθανβος, Καλλίερος, Διόδωρος, Ἄσανδρος.
Search Help
Contact Us