[ ]
Phokis — Delphi — 173 BC
1 | στραταγέοντος τῶν Φωκέων Ἀντιόχου Φανατέος μηνὸς δευτέρου, ἐν Δελφοῖς δὲ ἄρχοντος Αἰακίδα μηνὸς Δαιδα[φ]ορίου, |
ἀπέδοτο Ἐπικρατίδας Ἐπικράτεος Τιθοῤῥεὺς τῶι Ἀπόλλωνι τῶ[ι] Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωΐλα, τιμᾶς ἀργυρίου 𐅇 {²⁶μνᾶν πέντε}²⁶, | |
καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Ζωΐλα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ | |
{πο} πάντων, ποέουσ<¹⁴α>¹⁴ ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτήρ· Ἀρχέλας Θηβαγόρα, κατὰ τὰν συμβολὰν καὶ τοὺς νό- | |
5 | μους. εἰ δέ τις ἄγοι Ζωΐλαν ἢ καταδουλίζοιτο, βέβαιον παρεχόντω ὅ τε ἀποδόμενος Ἐπικρατίδας καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι. |
καὶ ὁμοίως κύριος ἔστω ὁ παρατυγχάνων συλέων Ζωΐλαν ἐπὶ τὸν θεὸν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζα- | |
μίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Κλεύδαμος Κλέωνος, Δρομοκλείδας, Ἀλκῖν[ο]ς, Ἀν- | |
δρομένης, Καλλίερος, Ἀντιχάρης, Διοσκουρίδας Ἀμβρ<ύ>σσιος. |