[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Πύῤῥου μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσ- |
δε ἀπέδοτο Ἀστόξενος Διονυσίου τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα, τι- | |
μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε | |
5 | Ἀρσινόα τῶι θ[ε]ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- |
ρα εἶμε[ν κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
τα χρόνον, ποέουσα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον· Μαντίας Δαμοχάρεος. μάρτυρες· ὁ ἱερεὺς Τα- | |
ραντῖνος καὶ τῶν ἀρχόντων Ἡράκων, Ἄσανδρος, | |
10 | ἰδιῶται Μένης Ξένωνος, Στράτων, Τιμόκριτος. |