[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | [ἄρχο]ντος ἐν Δελφ<ο>ῖς Πύῤῥου μηνὸς Ἐνδυσποι[τροπίου, ἐν δὲ] Καλλιπόλει ἄρχοντος Ἀγήτα μη- |
ν[ὸς Δ]ιονυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Π[․․․․αλος Δαμ]ένεος Καλλιπολίτας σῶμα ἀνδρε[ῖ]ον | |
ὧ[ι ὄν]ομα Νικαρχίδας τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τ[ιμᾶς ἀργυρίο]υ μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει | |
πᾶσαν, καθὼς ἐπίστευσε Νικαρχίδας τ[ῶι θεῶ]ι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτ[ο]ς | |
5 | ἀπὸ πάντων τὸμ πάντα βίον, ποέων ὅ κα θ[έληι] καὶ ἀποτρέχων οἷς κα θέλη[ι]. βεβαιωτ<ὴ>ρ κατὰ τὸν νόμον· |
Ἄρχων Καλλία. ὁμοίως δὲ καὶ οἱ παρατυγχ[άνο]ντες κύριοι ὄντω συλέοντες ὡς ἐλεύθερον ὄντα | |
ἐπὶ τὸν θεὸν ἀζάμιοι ὄντες καὶ ἀνυπόδ[ικοι π]άσας δίκας καὶ ζαμίας. μάρ- | |
τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταρα[ντῖνο]ς, Ἀμύντας καὶ οἱ ἄρχοντες τᾶς | |
πόλιος Ἄθανβος Ἁβρομάχου, Ἄσαν[δρ]ος Σωπόλιος, Ἡράκων· Ἐμμενίδας Καλ- | |
10 | λία, Μένης, Μικκύλος, Δάμων Ἀρίστωνος, Ἀριστόμαχος Ἐτυμώνδα. |