[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλεύδαμου τοῦ Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξενὼ Ἀριστωνύμου Τιθοῤῥὶς τοῖ Ἀπό-
λλωνι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πλείστιον, τιμᾶς ἀργυρίου μνᾶν [ἕ]ξ, καθὼς ἐπίστευσε Πλείστιο-
ν τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλη καὶ
ἀποτρέχουσαν οἷς κα θέλη. ἐξέστω 〚․〛 θέλοντι συλέοντι Πλίστιον κατὰ τὰν ἀναγραφὰν καὶ ὠνὰν τὰν ἐν τῶι ἱερῶι
5 ἀναγεγρανμέναν {²⁶ἀναγεγραμμέναν}²⁶. βεβαιωτὴρ κατὰ τὸν νόμον· Φαῖνις Εὐχαρίδα Δελφός. μάρτυροι· τοὶ ἱαρεῖ<ς> τοῦ Ἀπόλλωνος Τα-
ραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀμυνέας Χαριξένου, Ἀνδρ<ό>νικος Φρικίδα, Ξένων Βούλωνος, ἰδιῶται Χαρίξε-
νος, Καλλίας Ἐνμενίδα, Ὀρέστας, Μενέστρατος Εὐχαρίδα Δελφοί.
Search Help
Contact Us