[ ]
Phokis — Delphi — 168 BC
| 1 | ἄρχοντος Κλεύδαμου τοῦ Μαντία μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξενὼ Ἀριστωνύμου Τιθοῤῥὶς τοῖ Ἀπό- |
| λλωνι τῶ Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πλείστιον, τιμᾶς ἀργυρίου μνᾶν [ἕ]ξ, καθὼς ἐπίστευσε Πλείστιο- | |
| ν τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλη καὶ | |
| ἀποτρέχουσαν οἷς κα θέλη. ἐξέστω 〚․〛 θέλοντι συλέοντι Πλίστιον κατὰ τὰν ἀναγραφὰν καὶ ὠνὰν τὰν ἐν τῶι ἱερῶι | |
| 5 | ἀναγεγρανμέναν {²⁶ἀναγεγραμμέναν}²⁶. βεβαιωτὴρ κατὰ τὸν νόμον· Φαῖνις Εὐχαρίδα Δελφός. μάρτυροι· τοὶ ἱαρεῖ<ς> τοῦ Ἀπόλλωνος Τα- |
| ραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀμυνέας Χαριξένου, Ἀνδρ<ό>νικος Φρικίδα, Ξένων Βούλωνος, ἰδιῶται Χαρίξε- | |
| νος, Καλλίας Ἐνμενίδα, Ὀρέστας, Μενέστρατος Εὐχαρίδα Δελφοί. |