[ ] Phokis — Delphi — 169 BC
1 [ἄρχ]ο[ντο]ς Λαιάδα μηνὸς Ἐνδυσποιτρ<ο>πίου, ἐπὶ τοῖσδε ἀ[πέ]δοντο Κλέ-
ων, Παρνάσσιος, Ἅρμιχον Κλευδάμου, συνεπαινεούσας Ξενοφανείας τᾶς
ματρὸς Κλευδάμου καὶ Τελεσοῦς τᾶς ματρὸς Κλέωνος καί Παρνασσίου
καὶ Ἁρμίχου, τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγησώ, τιμᾶς
5 ἀργυρίου μνᾶν τεσ<σ>άρων, καθὼς ἐπίστευσε Ἀγησὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ<ο>υσαν ὅ κα θέληι
καὶ ἀποτρέχουσαν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ὀρέστας Εὐχαρίδα Δελφ[ς].
μάρτυροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἀρχέ-
λας Πραόχου, Φιλοκράτης, Μνασίθεος, ἰδιῶται Ἀριστίων, Ἀστόξενος, Ὀρέστας,
10 Καλλίδας, Δάμων, Σωσέας, Ἄρχανδρος, Ἁρμόξενος Τιθοῤῥεῖς. ἁ ὠνὰ παρὰ Καλλίερον.
Search Help
Contact Us