[ ] Phokis — Delphi — 156-151 BC
1 ἄρχοντος Φιλοκράτεος
τοῦ Ξένωνος μηνὸς Ἡραίου, ἀπέ-
δοτο Πολύων Τιμοκλέος σῶμα ἀν-
δρεῖον ὧι ὄνομα Εὔτυχος, τιμᾶς ἀρ-
5 γυρίου μνᾶν δυῶν. ἐλεύθερος δὲ ἔστω
Εὔτυχος καὶ ἀνεφαπτος ἀπὸ πάντων,
καθὼς αὐτὸς ἐπίστευσε τῶι θεῶι τὰν ὠ-
νάν, ὥσστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ τον νόμον τᾶς πό-
10 λιος· Καλλικλῆς. εἰ δέ τις ἐνάπτοιτο Εὐτύχου ἐπὶ
καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέ-
ων ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδι-
κος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· Φίλων Ἀρι-
στέα, Φίλαγρος Φίλωνος, Ἀριστόβουλος
15 Πάτρωνος, Καλλι-
κλῆς Τίμωνος, Φιλιστίω[ν] Ἄν-
δρωνος, Μένης. ἁ ὠνὰ παρὰ Μένητα.
Search Help
Contact Us