[ ] Phokis — Delphi — 172 BC
1 Στραταγέοντος τῶν Φωκέων Ἀντιόχου μηνὸς ἑνδεκάτου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Κλεοφάνεος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Καλλὶς καὶ Πολύτας Λιλαι-
εῖς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα δύο οἷς ὀνόματα Βερενίκα καὶ Αἰ-
ολίς, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καθὼς ἐπίστευσαν Βερενίκα καὶ Αἰολὶς τῶι θε-
5 ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάν[τ]ων τὸμ πάντα βίον.
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξενοκράτης Καλλιτέλεος Λιλαιεύς, Κλεομήδης Κλεολάου
Τειθρώνιος. παραμεινάντων δέ Βερενίκα καὶ Αἰολὶς παρὰ Καλλὶν ἄχρι κα ζώη Καλλὶς ποι-
έουσαι τὸ ποτιτασσόμενον πᾶν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσωντι Βερενίκα καὶ Αἰολὶς τῶν
ποτιτασσομένων ὑπὸ [Κ]αλλίδος καθὼς γέγραπται δυναταὶ οὖσαι, ἐξέστω Καλλίδι κολάζειν,
10 καθώς κα αὐτὰ θέληι, καὶ ἄλλωι ὑπὲρ Καλλὶν ὅν κα Καλλὶς κελεύση ἀζαμίοις ὄντοις καὶ ἀ-
νυποδίκοις πάσας δίκας καὶ ζαμίας· εἰ δέ τί κα πάθηι Καλλίς, ἐλεύθεραι ἔστων Βερε-
[νί]κα καὶ Αἰολὶς κυριεύουσαι αὐτοσαυτᾶν καὶ ποιέουσ[α]ι ὅ κα θέλωντι καὶ ἀποτρέχουσαι
οἷς κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν· εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι
Βερενίκας ἢ Αἰολίδος τελευτασάσας Καλλίδος, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν
15 κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλευθέρας οὔσας ἀ[ζά]μιοι ἐόντες καὶ ἀνυπόδικοι πᾶσας δίκας καὶ ζαμ[ία]ς. μάρ-
τυρες· τοὶ ἄρχοντες τᾶς [πό]λεος τῶν Δελφῶν Ἀλκῖνος Ἀρχιάδα, Ἀρχέλας Δαμοσθένεος,
ἰδιῶται Καλλείδας Εὐκλείδ[α], Ἀντιφάνης Ἡρωΐδ[α] Δελφοί, Ξενοφῶν Ξένωνο[ς], Νίκαρχος Καλ-
λιτέλεος, Ἄρχων Καλλιμένεος, Νικόλαος Κλεοτέλεος, Ἀρίστων Ἀριστάρχου, Ἡρακλείδας Λι-
20 λαιεῖς.
Search Help
Contact Us