[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Θευξένου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστ[ο]κράτεια Ὀνασίμου, συνεπαινέ-
οντος καὶ Σωστράτου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαματρία, τιμᾶς
ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ κατὸν νόμον· Ἀριστόμαχος Ὀλυμπογένεος. παραμεινάτω
δὲ παρὰ Ἀριστοκράτειαν ἄχρι οὗ κα ζῆ Ἀριστοκράτεια ἀνενκλήτως, ποιέουσα πᾶν τὸ ποτι-
5 τασσόμενον τὸ δυνατόν· εἰ δέ κα μὴ ποῆι Δημητρία ἢ μὴ παραμείνηι, ἐξέστω Ἀριστο-
κρατείαι ἢ ἄλλωι ὑπὲρ Ἀριστοκράτειαν κολάζειν ὥς κα θέλωντι Δημητρίαν
ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις· εἰ δέ τί κα πάθηι Ἀριστοκράτεια, ἐλευθέρα ἔστω
Δημητρία κυριεύουσα αὐτοσαυτᾶς καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼ[ς]
ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπ[τ]ηται Δημητρίας ἐπεί κα
10 τελευτάσηι Ἀριστοκράτε[ι]α, βέβαιον παρε[χέ]τω ὁ βεβαιωτὴρ τῶι θεῶι
τὰν ὠνάν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ πα[ρ]ατυγχάνοντες κύριοι ἐόντω
συλέοντες ὡς [ἐλ]<ευ>θέραν οὖσαν ἀζάμι’ ὄντες κ[α]ὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζα[μίας].
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
Ταραντῖνος καὶ οἱ ἄρχοντες Φιλ[οκράτης],
15 Πολέμαρχος, Ἄρχων, ἰδιῶται Ἀριστόμαχος, Τιμοκλῆς, Ἀμύντας, Δίων.
Search Help