[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Θευξένου μηνὸς Ἀμαλίου, ἀπέδοτο Θεόδωρος |
| Εὐφρονίου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὁ͂ι ὄνομα Πυῤῥίας τὸ γένος οἰκογεν[ῆ], | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Πυῤῥία[ς] | |
| τῶι θεῶι τὰν ὠν[άν, ἐφ’ ὧιτε] ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων καὶ ἀποτρέχ[ειν οἷς] | |
| 5 | κα θέλη. βεβαιωτῆρες· Δρομοκλείδας Ἁγίωνος, Ἄθανβος Ἀθανίωνος, κατὰ τὸν νόμον. |
| εἰ δέ [τίς] κα ἐφάπτηται Πυῤῥία, βέβαι[ον παρεχόντω τὰν ὠνὰ]ν ὅ τε ἀποδόμενος Θεύδω- | |
| ρος καὶ [οἱ] βεβαιωτῆρες Δρομ[οκλεί]δας, Ἄθαμβος. καὶ ὁμοίως ὁ παρατυχὼν κύριος ἔστω συλέων | |
| Πυῤῥίαν ὡς ἐλεύθερον ὄντα ἀνυπεύθυνος ὢν πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| οἱ ἱαρεῖς Ἀμύντας, Ταραντῖνος καὶ τοὶ ἄρχοντες Πολέμαρχος Παυσανία, [Φι]λοκράτης [Ξένωνος,] | |
| 10 | [Ἄρχ]ω[ν] Νικοβούλου, ἰδιῶται Δίων Φιλιστίωνος, Καλλί[κων Ἡ]ράκωνος, Εὐφρόνιος |
| Ἡρα[κλείδ]ου. |