[ ]
Phokis — Delphi — 170/169 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Ποιτροπίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Εὐφρόνοις Ζωΐλου, συνευδ- | |
| οκέοντος καὶ τοῦ υἱοῦ Θευδώρου, τῶι Ἀπόλλωνι | |
| τοῖ Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀγαθά, τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν τριῶν. <βε>βαιωτὴρ κατὰ τὸν νόμον· |
| Κλέων Δίωνος. παραμεινάτω δὲ Ἀγαθὰ παρὰ Εὐφρόνιον | |
| ἀνένκλητος ἐοῦσα. εἰ δέ τί κα πάθη Εὐφρόνιος, | |
| παραμεινάτω Ἀγαθὰ πα<ρὰ> Θεύδωρον ἀπὸ τ[ᾶ]ς Λαιάδα ἀρχᾶς | |
| ἔτη ἕξ, καὶ ἀποτρεχέτω ἐλευθέρα. μάρτυροι· τοὶ ἱαρεῖς | |
| 10 | τοῦ Ἀπόλλωνος Ταρ<α>ντῖνος, Ἀμύντας καὶ τοὶ |
| ἄρχοντες Βάχχιος, Ἀριστίων καὶ ἐκτὸς Ἀλέξων, | |
| Μνασίθεος. ἐξέστω δὲ τω[— — — —] | |
| [— — — —] | |
| [— — — —] |