[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἰλαίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Λύκα Θρασυ[κ]λέος Δελφίς,
συνεπαινέοντος καὶ τοῦ υἱοῦ Σωνίκου,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
5 κεῖον ἇι ὄνομα Σωτώ, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καὶ
τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Σω-
τὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν
10 πάντα βίον, ποιέουσαν ὅ κα θέληι. βεβαιω-
τὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου.
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἀμύντας, Ταραντῖνος ἰδιῶται Ἀν-
δρόνικος Φρικίδα, Εὐκλείδας Καλ-
15 λείδα, Εὔδωρος, Σωτύλος.
Search Help
Contact Us