[ ]
Phokis — Delphi — 170 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Προάνδρου Φόλα μηνὸς |
Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος Λαιάδα μηνὸς Βουκα- | |
τίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστόκλεια Ἀγαθοκλέος Ναυ- | |
πακτία, συνευδοκέοντος τοῦ υἱοῦ Στρατονίκου καὶ ὑπὲρ | |
5 | Ἀγαθοκλῆ τοῦ υἱοῦ Ζωΐλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα |
ἀνδρεῖον ὧι ὄνομα Ἡρακλείδας τὸ γένος Ἀλεξανδρῆ, τιμᾶς | |
ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ἡρακλείδας τῶι θεῶι | |
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν αὐτόν, ποι<έ>οντα ὅ κα θέλη, | |
καὶ ἀνέφαπτον ἐν παντὶ τόπωι ἀπὸ πάντων τὸμ πάντα χρόνον. | |
10 | βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀριστόλαος Δάμω[ν]ος Δελφός, |
Ἀγήσανδρος Ἀριστάρχου Καλλιπολίτας. μάρτυροι· οἱ ἱερεῖς τοῦ | |
Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστίων, | |
Βάκχιος, ἰδιῶται Ἀλέξανδρος, Ἀνδρόνικος, Δορκίνας, Βυρία- | |
δας, Ἀρτεμίδωρος, Ἀντίκριτος, Καλλίερος, Ἐκέφυλος, Μέλις, | |
15 | Εὐκλείδας Δελφοί. |