[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | στραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος μηνὸς |
Λαφρίου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα μηνὸς Θεοξενίου, | |
ἀπέδοτο Πολυστράτα Λιλαιΐς, συνεπαινεουσᾶν καὶ τὰν θυγα- | |
τέρων Κλεοῦς καὶ Τιμοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον ὧ[ι] | |
5 | ὄνομα Νικίας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε |
[τὰν ὠνὰν] Νικίας τῶι θεῶι, ὥστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον | |
ἀπὸ πάντων τὸν πάντα χρόνον καὶ οἰκεῖν ὅπει κα θέλη. βεβαιωτῆρες· | |
*NIKOK[2L]2H=S *LILA[I]EU/S, *EU)KRA/THS *DELFO/S. | |
μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
10 | Ταραντῖνος καὶ οἱ ἄρχοντες Δάμων, Ξένων, Πολύων, |
ἰδιῶται Φίλαγρος, Πολέμαρχος, Ἀντιχάρης. |