[ ] Phokis — Delphi — 170-157/6 BC
1 [σ]τραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος τοῦ Ἀριστάρχου μ[η]νὸς πρώτου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα
τοῦ Βαβύλου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτ[ο Ἀ]ριστέας Ἀριστοδάμου Στίριος τῶι Ἀπόλλωνι τῶι Πυθίωι
SW=MA A)NDREI=ON W(=I O)/NOMA *PRW=TOS *P[R]W/TOU TO\ GE/NOS *SEIDW/NION, TIMA=S A)RGURI/OU MNA=N O)KTW/, KAI\ TA\N TIMA\N
ἔχει πᾶσαν, καθὼς ἐπίστε[υ]σε Πρῶτος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον
5 ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷ κα θέλη. βεβαιωτῆρες
κατὰ τοὺς νόμους τᾶς πόλιος· Δαμένης Ὀρέστα Δελφός, Ἀρχιάδας Ἀριστέα Στίριος. βέ-
βαιον δὲ παρεχέτωσαν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες τὰν ὠνὰν κατὰ τοὺς νόμους
τᾶς πόλιος. κύριος δὲ ἔστω Πρῶτος αὐτοσεαυτὸν συλέων καὶ οἱ παρατυνχάνοντες
ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ <ἱ>ερεῖς τοῦ Ἀπόλ-
10 λωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης,
ἰδιῶται Δίων Ἀριστοβούλου, Ἧρυς Πισιθέου, Κ[α]λλίερος, Σώδαμος Θευδώρου
Λιλαιεύς, Ἀστόξενος Διονυσίου.
Search Help
Contact Us