[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | [σ]τραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος τοῦ Ἀριστάρχου μ[η]νὸς πρώτου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα |
τοῦ Βαβύλου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτ[ο Ἀ]ριστέας Ἀριστοδάμου Στίριος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα Πρῶτος Π[ρ]ώτου τὸ γένος Σειδώνιον, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν | |
ἔχει πᾶσαν, καθὼς ἐπίστε[υ]σε Πρῶτος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον | |
5 | ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντα ὅ κα θέλη καὶ ἀποτρέχοντα οἷ κα θέλη. βεβαιωτῆρες |
κατὰ τοὺς νόμους τᾶς πόλιος· Δαμένης Ὀρέστα Δελφός, Ἀρχιάδας Ἀριστέα Στίριος. βέ- | |
βαιον δὲ παρεχέτωσαν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες τὰν ὠνὰν κατὰ τοὺς νόμους | |
τᾶς πόλιος. κύριος δὲ ἔστω Πρῶτος αὐτοσεαυτὸν συλέων καὶ οἱ παρατυνχάνοντες | |
ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ <ἱ>ερεῖς τοῦ Ἀπόλ- | |
10 | λωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, |
ἰδιῶται Δίων Ἀριστοβούλου, Ἧρυς Πισιθέου, Κ[α]λλίερος, Σώδαμος Θευδώρου | |
Λιλαιεύς, Ἀστόξενος Διονυσίου. |