[ ]
Phokis — Delphi — 170-157/6 BC
1 | ἄρχοντος Ξενέα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου Δελφὶς τῶι Ἀπόλλωνι |
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Λύσιππος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπί- | |
στευσε Λύσιππος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν αὐτὸν καὶ ἀνέφαπτον. βεβαιωτὴρ κατὰ | |
τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύν- | |
5 | τας καὶ οἱ ἄρχοντες Ἀριστοκράτης, Ἀρχίας, Δαμοφάνης, ἰδιῶται Φίλαγρος Διοδώρου, |
Εὐδαμίδας, Στράτων Φιλοδάμου. |