SGDI II 1723
[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου,
[ἐ]πὶ τοῖσδε ἀπέδοτο Νικὼ Ἀθανίωνος τοῖ Ἀ-
πόλλωνι τοῖ Πυθίοι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φαι-
νέας, τειμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τειμὰν
5 ἔχει, καθὼς διεπίστευσαν Φαινέας καὶ Ἀπολλόδω-
ρος ὁ Σωπάτρου τῶι θεῶι τὰν ὠνάν, ὥστε παραμεῖναι
Φαινέαν παρὰ Ἀπολλόδωρον, ἕως κα ζῆ Ἀπολλόδωρος,
καὶ γηροτροφῆσαι Φαινέαν Ἀπολλόδωρον τὸν Σωπάτρου,
ἐπεὶ ἔδωκε Ἀπολλόδωρος ὑπὲρ Φαινέαν Νικοῖ τὰς πέντε
10 μνᾶς. ποείτω δὲ Φαινέας Ἀπολλοδώροι πάντα τὰ δυνατὰ ἀ-
νεκκλήτως καὶ νυκτὸς καὶ ἁμέρας, καὶ μὴ ἐνκαταλιπέτω Φαινέ-
ας Ἀπολλοδώρον μηδεμίαι παρευρέσει· εἰ δὲ μή, ἀγώγιμος ἔστω
Φαινέας πανιαχόθεν ἐκ {κ} πάσας πόλιος καὶ ἱεροῦ Ἀπολλοδώροι καὶ ἴ
κά τινι ἄλλοι συντάξη Ἀπολλόδωρος, καὶ ἐξέστω Ἀπολλοδώροι
15 καὶ ἄλλοι ὑπὲρ Ἀπολλόδωρον ὅν κα Ἀπολλόδωρος κελεύση κολάζειν
Φαινέαν τρόποι οἷ κα θέλωσιν· ἴ τι ἁλίσκοιτο Φαινέας κακοτεχνῶν καὶ
μὴ ποιῶν τὰ γεγραμμένα, πλὰν μὴ πωλησάτω Ἀπολλόδωρος Φαινέαν.
ἐπεὶ δέ κα γηροτροφήση Φαινέας Ἀπολλόδωρον ἀνεκκλήτως καὶ θάψη καὶ τὰ νο-
μιζόμενα ποήση πάντα ὅσα νομίζεται τοῖς τεθνακότοις, ἐλεύθερος ἔσ[τω] καὶ
20 ἴ τις ἐφάπτοιτο Φαινέα, κύριος ἔστω συλέων αὐσαυτὸν καὶ ἄλλος ὁ θέλων ἀ[ζ]άμιοι ὄν-
τες καὶ ἀνυπόδικοι. βεβαιωτῆρες κατὰ τὸν νόμον· οἱ Νικοῦς ὑοὶ καὶ Ἀρίστωνος Δαμοφάνης,
Ἀθανίων. μάρτυρες· οἱ ἱε[ρεῖς] τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀλέξων, Εὐκ[λ]είδας,
Πάτρων, Ἀριστόλαος.
Search Help
Contact Us