SGDI II 1714
[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Πεισιθέου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοντο Βάκχιος Ἄγρω-
νος, Ξεναίνα Θεοφράστου, Δρόμων Δρόμωνος, συνευδοκέοντος καὶ
τοῦ υἱοῦ Ἄγρωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κοράσιον ἇι
ὄνομα Σωφρόνα τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τι-
5 μὰν ἔχοντι, καθὼς ἐπίστευσε Σωφρόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλευ-
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. παραμεινάτω δὲ Σωφρόνα πα-
ρὰ Δρόμωνα ἕως οὗ κα ζώη Δρόμων ποιέουσα τὸ ποτιτασσόμενον καὶ δυ-
νατὸν πᾶν· εἰ δὲ μὴ πειθαρχέοι Σωφρόνα, κύριος ἔστω Δρόμων ἐπι-
τιμέων Σωφρόνα τρόπωι ὧι θέλοι ὡς ἐλευθέρα. βεβαιωτὴρ κα-
10 τὰ τὸν νόμον· Ἀριστίων Ἄγωνος. μάρτυρες· οἱ ἱερεῖς Πρα-
ξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Εὔδοκος, Ἀγησίλαος,
ἰδιῶται Καλλε[ί]δας, Τιμόκριτος.
Search Help
Contact Us