SGDI II 1706
[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐδώρου μηνὸς Δαιδαφορίου, ἀπέδοτο ἁ πόλις
τῶν Δελφῶν τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο-
μα Εὐτυχίδας ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων,
καθὼς ἐπίστευσε Εὐτυχίδας τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι
5 ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα
βίον, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό-
μους τᾶς πόλιος· Καλλίμαχος Βαβύλου. μάρτυροι· οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Ἀνδρόνικος, Πραξίας, ἰδιῶται Δρομοκλείδας, Ἁγί-
ων Κλευδάμου, Δαμόστρατος, Μένης, Φίλαγρος.
Search Help
Contact Us