SGDI II 1704
[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Βαβύλου μηνὸς Βουκατίου,
ἀπέδοτο Στράταγος Τηλεφάνεος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Στολίς, συνευδοκέ-
5 οντος καὶ τοῦ υἱοῦ Νικάνορος, κατὰ τὸν
νόμον τᾶς πόλιος, τιμᾶς ἀργυρίου μνᾶν τρι-
ῶν, καὶ τὰν τιμὰν ἔχει, ἐφ’ ὅτῳ ἐλευθέρα εἶμεν
ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ τὸν νόμον· Καλ-
λικράτης Διοδώρου. μάρτυροι·  Ὑβρίας ὁ ἄρχων
10 τᾶς πόλιος, Ἀνδρόνικος ὁ ἱερεύς, Μένης, Καλλικρά-
της, Δάμων Ξενοστράτου, Σωσίπατρος, Ἐκέ-
φυλος Πολυκλείτου, Τίμων.
Search Help
Contact Us