[ ] Phokis — Delphi — 170-157/6 BC
1 ἄρχοντος ἐν Δελφοῖς Ἀμφιστράτου μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀ-
πέδοτο Πόλλις Πολυκράτεος σῶμα ἀνδρεῖον ὧι ὄνομα Τέχνων τῶι Ἀπόλ-
λωνι τῶι Πυ[θ]ίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε τὰν
ὠνὰν Τέχνων τῶι θεῶι. παραμεινάτω δὲ Τέχνων παρὰ Πόλλιν ἔτη ὀκτὼ ποιῶν
5 τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνένκλητος ὤν, ἄχρι οὗ κα διε[ξέλ]-
θη τὰ ὀκτὼ ἔτη· καὶ εἴ κα παραμείνη, καθὼς γέγραπται, βέβαιος ἔσ[τ]ω ἁ ὠνὰ τῶι θεῶι,
καὶ ὁ βεβαιωτὴρ βεβα[ιο]ύτω τῶι θεῶι κατὰ τοὺς νόμους τᾶς πόλιος εἰς τὸν πάν<τα> χρό-
νον· εἰ δὲ μὴ παραμείναι Τέχνων ἀνένκλητος καθὼς γέγραπται, ἀτελὴς καὶ
ἄκυρος ἔστω ἁ ὠνά. βεβαιωτὴ[ρ] κατὰ τοὺς νόμους τᾶς πόλιος· Τελέσαρχος
10 Δαμοτέλεος. κύριος δὲ ἔστω ὁ παρεντυχών, εἴ κα παραμείνη Τέχνων τὰ ὀ-
κτὼ ἔτ[η], συλέων Τέχνωνα ὡς ἐλεύθερον ἀνυπόδικος ὢν καὶ ἀνυπεύθυνος
πάσας δίκας καὶ ζαμίας. μάρυτροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀ<μ>ύντας, Τα-
ραντῖνος, ἰδιῶται Ξένων, Μένων, Μαντίας, Δημήτριος, Σιμίας, Ἀντιφά-
νης, Ξενόδαμος, Ἀγάθων Τριχονεύς.
Search Help