[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Ἀμφιστράτου μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε ἀ- |
| πέδοτο Πόλλις Πολυκράτεος σῶμα ἀνδρεῖον ὧι ὄνομα Τέχνων τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυ[θ]ίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε τὰν | |
| ὠνὰν Τέχνων τῶι θεῶι. παραμεινάτω δὲ Τέχνων παρὰ Πόλλιν ἔτη ὀκτὼ ποιῶν | |
| 5 | τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνένκλητος ὤν, ἄχρι οὗ κα διε[ξέλ]- |
| θη τὰ ὀκτὼ ἔτη· καὶ εἴ κα παραμείνη, καθὼς γέγραπται, βέβαιος ἔσ[τ]ω ἁ ὠνὰ τῶι θεῶι, | |
| καὶ ὁ βεβαιωτὴρ βεβα[ιο]ύτω τῶι θεῶι κατὰ τοὺς νόμους τᾶς πόλιος εἰς τὸν πάν<τα> χρό- | |
| νον· εἰ δὲ μὴ παραμείναι Τέχνων ἀνένκλητος καθὼς γέγραπται, ἀτελὴς καὶ | |
| ἄκυρος ἔστω ἁ ὠνά. βεβαιωτὴ[ρ] κατὰ τοὺς νόμους τᾶς πόλιος· Τελέσαρχος | |
| 10 | Δαμοτέλεος. κύριος δὲ ἔστω ὁ παρεντυχών, εἴ κα παραμείνη Τέχνων τὰ ὀ- |
| κτὼ ἔτ[η], συλέων Τέχνωνα ὡς ἐλεύθερον ἀνυπόδικος ὢν καὶ ἀνυπεύθυνος | |
| πάσας δίκας καὶ ζαμίας. μάρυτροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀ<μ>ύντας, Τα- | |
| ραντῖνος, ἰδιῶται Ξένων, Μένων, Μαντίας, Δημήτριος, Σιμίας, Ἀντιφά- | |
| νης, Ξενόδαμος, Ἀγάθων Τριχονεύς. |