[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Εὐχαρίδα μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέ-
ραν ἑξάμηνον Εὐδώρου, Εὐκράτεος, Ξεναγόρ[α], ἀπέδοτο Κρατὼ Νικοδάμου
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον οἰκογενὲς ἇι ὄνομα Δορκίς, τι-
μᾶς ἀργυρίου μνᾶν δυῶν καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ
5 κατὰ τοὺς νόμους τᾶς πόλιος· Ξενοφάνης Φιλονίκου. καθὼς ἐπίστευσε Δορ-
κὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρόνον,
ποιοῦσα ὅ κα θέληι καὶ [ἀ]ποτρέχουσα οἷς κα θέληι· εἰ δέ τις κατ[α]δουλίζοιτο Δορ-
κίδα, κυρία ἔστω αὐσαυτὰν συλέουσα καὶ ἄλλος ὁ θέλων ὑπὲρ  Δορκίδος καὶ ὁ
βεβαιωτὴρ βεβαιούτω ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδι-
10 κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
Ἀνδρόνικος, Πραξίας καὶ τοὶ ἄρχοντες Ξεναγόρας, Εὐκράτης, Εὔ-
δωρος καὶ ὁ ναοκόρος Μένης, ἰδιῶται Εὐχαρίδας, [․․]ΑΘ[․․․․․․] Εὐάρ-
χου, Τιμόκριτος, Καλλείδας, Καλλίκων.
Search Help